1
Ὑπατείας Οὐ[ι]β̣[ίου Νεπω]τιανοῦ καὶ Τετ’τίου
Φακούνδου τῶν λαμπ[ρ(οτάτων) Φ]αῶφι κη.
Φλαυίῳ Ἑρμείᾳ [σ]υνδίκῳ Ὀξυρυγ’χίτου
παρὰ Αὐρηλίας Θαήσιος [Π]ρ̣όϊτος καταγεινομένης
5
ἐν κώμῃ Φοβώου ε πάγου. Γῆς μου πολλῷ χρόνῳ
ὑποκλεπτομένης, ὑπὲ̣ρ ἧς ἐξ ὐκόθεν τὰ εὐσεβῆ
τελέσματα ὑπομένω, ἀνήνεγ’κα περὶ ἀφορισμοῦ
καὶ παραδόσεως ταύτης̣ τῇ ἐπαρχεικῇ ἐξουσίᾳ καὶ
ἀκολούθως τοῖς προσταχθεῖσι παρεδόθη μοι ἀκολού-
10
θως προσφωνῇ Τιτόου γραμματέως τοῦ πάγου
[κ]αὶ τῶν ̣[ ̣ ̣]ει[- ca.14 -] ̣ ̣[- ca.12 -]
ου γεωμέτρου κα̣ὶ ἐκμισθοωμένη γεωργ[οῖ]ς
ἐπὶ τοῦ παγον τὸ τέλει αὐτοῦ. οἵδε ἐπεσχέθησ[αν]
ὑπὸ Παρακλῆ καὶ Πτολλ̣ᾶ καὶ Θαήσιος Γαμράστου
15
Παρακλῆ καὶ Παγσὶ Νε[ν]νώφριος, πάντων ἀπὸ
τῆς αὐτῆς κώμης Φ[ο]βώου, καὶ ἐπελθόντες
τοῖς γεωργοῖς πληγαῖ[ς] κατέκοψαν, ὅθεν αἰτιω-
μένη τούτοις τὰ βιβλία ἐπιδίδωμι, ἀξιοῦσα
τὴν δέουσαν ἐπεξ[έλε]υσιν γενέσθαι καὶ ἐπαναγ-
20
κασθῆναι τούτους ἀ[π]οσχέσθαι τῆς ἡμετέρας
γῆς πρὸς τὸ δύνασ[θαι] κἀμὲ τὰ δημόσια τε-
λέσματα ἀποδιδόν[α]ι.
(2. Hand) Αὐρηλία Θαήσιος [ἐ]πιδέδωκα. Αὐρήλιος
Θέων Θέωνος ἔγραψα ὑπὲρ αὐτῆς μὴ ἰ-
25
δυειης γράμματα.